ΠΡΟΤΕΙΝΟΜΕΝΟ ΘΕΜΑ ΠΑΝΕΛΛΗΝΙΕΣ 2016 - ΗΘΙΚΑ ΝΙΚΟΜΑΧΕΙΑ & ΦΑΙΔΩΝ
ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ηθικα Νικομάχεια (εν. 5 η – 6 η – 9 η ) Ενότητα 5 η Σημεῖον δέ δεῖ ποιεῖσθαι τῶν ἔξεων τήν ἐπιγενομένην ἡδονήν ἤ λύπην τοῖς ἔργοις· ὁ μέν γάρ ἀπεχόμενος τῶν σωματικῶν ἡδονῶν καί αὐτῷ τούτῳ χαίρων σώφρων, ὁ δ' ἀχθόμενος ἀκόλαστος, καί ὁ μέν ὑπομένων τά δεινά καί χαίρων ἤ μή λυπούμενος γε ἀνδρεῖος, ὁ δέ λυπούμενος δειλός. Περί ἡδονάς γάρ καί λύπας ἐστίν ἡ ηθική ἀρετή· διά μέν γάρ τήν ἡδονήν τά φαῦλα πράττομεν, διά δέ τήν λύπην τῶν καλῶν ἀπεχόμεθα. Διό δεῖ ἦχθαί πως εὐθύς ἐκ νέων, ὡς ὁ Πλάτων φησίν, ὥστε χαίρειν τε καί λυπεῖσθαι οἷς δεῖ· ἡ γάρ ὀρθή παιδεία αὕτη ἐστίν Ενότητα 6η Δεῖ δὲ μὴ μόνον οὕτως εἰπεῖν, ὅτι ἕξις, ἀλλὰ καὶ ποὶα τις. Ῥητέον οὖν ὅτι πᾶσα ἀρετή, οὗ ἂν ᾖ ἀρετή, αὐτὸ τε εὖ ἔχον ἀποτελεῖ καὶ τὸ ἔργον αὐτοῦ εὖ ἀποδίδωσιν, οἷον ἡ τοῦ ὀφθαλμοῦ ἀρετὴ τὸν τε ὀφθαλμὸν σπουδαῖον ποιεῖ καὶ τό ἔργον αὐτοῦ∙ τῇ γὰρ τοῦ ὀφθαλμοῦ ἀρετῇ εὖ ὀρῶμεν. Ὁμοίως ἡ τοῦ ἵππου ἀρετὴ ἵππον τε σπουδαῖον ποιεῖ καὶ ἀγαθὸν δραμεῖν καὶ ἐνεγκεῖν τ...